Ancient Greek · ~7 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.1-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.62
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.1-62
Not analysed yet
ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,
δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
ὅπου δυσεξέλικτα κυματούμενος
σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
ἀνὰ Δίνδυμον Κυβήβης
Φρύγες ἔνθεον ὀλολυγὴν
ἁπαλῷ τελοῦσιν Ἄττῃ,
καὶ πρὸς μέλος κεραύλου
Φρυγίου κατʼ ὄρεα Τμώλου
κῶμον βοῶσι Λυδοί·
παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις
κελαδοῦσι Κρητὶ ῥυθμῷ
νόμον Κορύβαντες εὐάν.
κλάζει βρίθουσα σάλπιγξ
Ἄρει κρέκουσα θούρῳ
πολεμηίαν ἀϋτήν.
ἡμεῖς δὲ σοί, Ποδάγρα,
πρώταις ἔαρος ἐν ὥραις
μύσται τελοῦμεν οἴκτους,
ὅτε πᾶς χλοητόκοισι
ποίαις τέθηλε λειμών,
Ζεφύρου δὲ δένδρα πνοιαῖς
ἁπαλοῖς κομᾷ πετήλοις,
ἁ δύσγαμος κατʼ οἴκους
μερόπων θροεῖ χελιδών,
καὶ νυκτέροις καθʼ ὕλαν
τὸν Ἴτυν στένει δακρύουσʼ
Ἀτθὶς γόοις ἀηδών.
ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος
μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·