Ancient Greek · ~8 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.63-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.124
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.63-124
Not analysed yet
δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
ἀλλʼ εἶα.
τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;
αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
ἀνεθρέψατο χόσμιον ἁρμογὰν
ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
Ζανὸς παράκοιτιν Ὀλυμπίου
λευκώλενον εὐρέσι κόλποις
Ἥραν ἐτιθήνατο Τηθύς.
κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
ἐλόχευσε κόρας ἄτρομον φυὰν
Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,
τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν
ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις
πρώταν ἐλόχευσεν Ὁφίων.
ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος
ἀνέτειλέ τε λαμπέτις ἀὼς
καὶ παμφαὲς ἀελίου σέλας.
τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
ὅτε γὰρ λαγόνων σε τεκοῦσα
Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν,
ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς
εὔολβος ἐθρέψατο Πλούτων.
Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς,
χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς
ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει,
μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.