Ancient Greek · ~7 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.281-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.331
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.281-331
Not analysed yet
δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον,
εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.
εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί,
λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη.
Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·
οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,
οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν
οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
Παύσασθε. βάσανοι,καὶπόνους μειώσατε
τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν
ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη.
ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·
οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,
ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,
μελέται δὲ πόνων καὶ τὸ σύνηθες
τοὺς ποδαγρῶντας παραμυθείσθω.
ὅθεν εὐθύμως, ὦ σύγκληροι,
λήσεσθε πόνων,
εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.