Ancient Greek · ~7 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.233-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.280
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.233-280
Not analysed yet
ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα
πλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής·
τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματα
ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.
ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.
Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ
ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·
ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου·
Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.