Ancient Greek
Section 11
Lucian, Ὑπὲρ τῶν Εἰκόνων 11
Not analysed yet
κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο. ἀκούω, ἔφη, πολλῶν λεγόντων —εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε —μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως. ὥστε ὅρα, ἔφη, μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα.