Ancient Greek · ~3 min
Section 26
Lucian, Ὑπὲρ τῶν Εἰκόνων 26
Not analysed yet
οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴν Εὐφόρβου κόμην ταῖς Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην. καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται. ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω. οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι· τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν· ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη. τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν κἂν ἐπʼ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει ὡμιληκότων;