Ancient Greek
Section 19
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 19
Not analysed yet
Ἔοικα δ’ ἐνταῦθα ἤδη γενόμενος εἰκότως ἄλλο τι φοβήσεσθαι, μή τισι δόξω ἐξεπίτηδες ἡμαρτηκέναι, ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι. καὶ εἴη γε, ὦ φίλτατε Ἀσκληπιέ, τοιοῦτον φανῆναι τὸν λόγον, ὡς μὴ ἀπολογίαν, ἀλλ’ ἐπιδείξεως ἀφορμὴν εἶναι δοκεῖν.