Ancient Greek
Section 7
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 7
Not analysed yet
Μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι, ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ ἐκκρούειν τὸν ἧλον, ὀλίγα δέ σοι τῆς ἀρχαίας ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι προσγράψαι καλῶς ἔχειν ὑπέλαβον.