Ancient Greek
Section 9
Lucian, Pro lapsu inter salutandum 9
Not analysed yet
Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ τῷ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησεν.