Ancient Greek
Section 7
Lucian, Πρὸς τὸν εἰπόντα Προμηθεὺς εἶ ἐν λόγοις 7
Not analysed yet
Δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ δἰ αὐτὸ δίκην ὑπόσχω. μᾶλλον δὲ καὶ κατ' ἄλλο τι τοιοῦτος ἂν φανείην, ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ. τὸ γὰρ τῆς κλεπτικῆς—καὶ γὰρ κλεπτικῆς ὁ θεός—ἄπαγε. τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις. ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθεν τοιούτους ἱπποκάμπους καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.