Ancient Greek
Section 13
Lucian, Ψευδολογιστής 13
Not analysed yet
ἐνομίσθη δὲ τοῦτο ἄλλοις ἐπʼ ἄλλαις αἰτίαις· ἢ γὰρ ἡττηθέντες μάχαις μεγάλαις ἔπειτα ἔταξαν ἐκείνας τὰς ἡμέρας ἐν αἷς τὰ τοιαῦτα ἐπεπόνθεισαν ἀπράκτους καὶ ἀκύρους τῶν ἐννόμων πράξεων εἶναι, ἢ καὶ νὴ Δία —καίτοι ἄκαιρον ἴσως καὶ ἔξωρόν γε ἤδη, γέροντα ἄνδρα μεταπαιδεύειν καὶ ἀναδιδάσκειν τὰ τοιαῦτα, μηδὲ τὰ πρὸ τούτων εἰδότα. πάνυ γοῦν τοῦτʼ ἔστι τὸ λοιπόν, κἂν ἐκμάθῃς αὐτό, πᾶν ἡμῖν εἰδὼς ἔσῃ. πόθεν, ὦ οὗτος; τὰ μὲν γὰρ ἄλλα καὶ ἀγνοῆσαι συγγνώμη ὁπόσα ἔξω τοῦ πολλοῦ πάτου καὶ ἄδηλα τοῖς ἰδιώταις, τὴν ἀποφράδα δὲ οὐδὲ βουληθεὶς ἂν ἄλλως εἴποις· ἓν γὰρ τοῦτο καὶ μόνον ἁπάντων τοὔνομα.