Ancient Greek
Section 17
Lucian, Ψευδολογιστής 17
Not analysed yet
ἡμεῖς δὲ καὶ τοὺς χωλοὺς τῷ δεξιῷ ἐκτρεπόμεθα, καὶ μάλιστα εἰ ἕωθεν ἴδοιμεν αὐτούς· κἂν εἴ τις βάκηλον ἢ εὐνοῦχον ἴδοι ἢ πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας, ἐπὶ πόδα ἀναστρέφει καὶ ἐπανέρχεται, οὐκ ἀγαθὰς μαντευόμενος τὰς ἐφημέρους ἐκείνας πράξεις ἔσεσθαι αὑτῷ ὑπὸ πονηρῷ τῷ πρώτῳ καὶ δυσφήμῳ κληδονίσματι. ἐν ἀρχῇ δὲ καὶ ἐν θύραις καὶ ἐπὶ τῇ πρώτῃ ἐξόδῳ καὶ ἕωθεν τοῦ ἅπαντος ἔτους εἴ τις ἴδοι κίναιδον καὶ ἀπόρρητα ποιοῦντα καὶ πάσχοντα, ἐπίσημον ἐπὶ τούτῳ καὶ ἀπερρωγότα καὶ μονονουχὶ τοὔνομα τῶν ἔργων αὐτῶν ὀνομαζόμενον, ἀπατεῶνα, γόητα, ἐπίορκον, ὄλεθρον, κύφωνα, βάραθρον, μὴ φύγῃ μηδʼ εἰκάσῃ τοῦτον ἀποφράδι ἡμέρᾳ;