Ancient Greek
Section 20
Lucian, Ψευδολογιστής 20
Not analysed yet
τάχα δʼ ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι. Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών —ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί. πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα, εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.