Ancient Greek · ~3 min
Section 2
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 2
Not analysed yet
Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον. εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. νὴ Δία, μαστιγωθέντα γε πρότερον. πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω. σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν. καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο. λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον,