Ancient Greek · ~4 min
Section 23
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 23
Not analysed yet
μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν. ἀλλʼ ἐγὼ αὐτοῦ κατηγορήσω· οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι. καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύʼ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος. ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν· εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει. ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.