Ancient Greek
Section 33
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 33
Not analysed yet
ταῦτα οὐκ ἤνεγκα ὁρῶν ἔγωγε, ἀλλʼ ἤλεγχον αὐτοὺς καὶ διέκρινον ἀφʼ ὑμῶν· ὑμεῖς δέ, τιμᾶν ἐπὶ τούτοις δέον, εἰς δικαστήριόν με ἄγετε. οὐκοῦν ἤν τινα καὶ τῶν μεμυημένων ἰδὼν ἐξαγορεύοντα ταῖν θεαῖν τὰ ἀπόρρητα καὶ ἐξορχούμενον ἀγανακτήσω καὶ διελέγξω, ἐμὲ τὸν ἀσεβοῦντα ἡγήσεσθε εἶναι; ἀλλʼ οὐ δίκαιον. ἐπεὶ καὶ οἱ ἀθλοθέται μαστιγοῦν εἰώθασιν, ἤν τις ὑποκριτὴς Ἀθηνᾶν ἢ Ποσειδῶνα ἢ τὸν Δία ὑποδεδυκὼς μὴ καλῶς ὑποκρίνηται μηδὲ κατʼ ἀξίαν τῶν θεῶν, καὶ οὐ δή που ὀργίζονται αὐτοῖς ἐκεῖνοι, διότι τὸν περικείμενον αὐτῶν τὰ προσωπεῖα καὶ τὸ σχῆμα ἐνδεδυκότα ἐπέτρεψαν παίειν τοῖς μαστιγοφόροις, ἀλλὰ καὶ ἥδοιντʼ ἄν, οἶμαι, μᾶλλον μαστιγουμένῳ· οἰκέτην μὲν γάρ τινα ἢ ἄγγελον μὴ δεξιῶς ὑποκρίνασθαι μικρὸν τὸ πταῖσμα, τὸν Δία δὲ ἢ τὸν Ἡρακλέα μὴ κατʼ ἀξίαν ἐπιδείξασθαι τοῖς θεαταῖς, ἀποτρόπαιον ὡς αἰσχρόν.