Ancient Greek
Section 38
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 38
Not analysed yet
μετάστηθι, ὦ Παρρησιάδη· ἔτι πορρωτέρω. τί ποιῶμεν ἡμεῖς; πῶς ὑμῖν εἰρηκέναι ἁνὴρ ἔδοξεν; ἐγὼ μέν, ὦ Φιλοσοφία, μεταξὺ λέγοντος αὐτοῦ κατὰ τῆς γῆς δῦναι εὐχόμην· οὕτως ἀληθῆ πάντα εἶπεν. ἐγνώριζον γοῦν ἀκούουσα ἕκαστον τῶν ποιούντων αὐτὰ καὶ ἐφήρμοζον μεταξὺ τοῖς λεγομένοις, τοῦτο μὲν εἰς τόνδε, τοῦτο δὲ ὁ δεῖνα ποιεῖ· καὶ ὅλως ἔδειξε τοὺς ἄνδρας ἐναργῶς καθάπερ ἐπί τινος γραφῆς τὰ πάντα προσεοικότας, οὐ τὰ σώματα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς τὸ ἀκριβέστατον ἀπεικάσας. κἀγὼ πάνυ ἠρυθρίασα ἡ Ἀρετή. ὑμεῖς δὲ τί φατέ; τί δὲ ἄλλο ἢ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγεγράφθαι; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς πεπόνθαμεν· τραγῳδόν τινα τοῦτον ἐφʼ ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς Φρυγῶν συμφοράς. ᾀδέτω δʼ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς ἐκτραγῳδείτω. καὶ αὐτός, ὦ Φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα.