Ancient Greek
Section 40
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 40
Not analysed yet
ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν εἰς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς Ἀρετῆς καὶ Φιλοσοφίας καὶ Δίκης. ὁρᾷς; ὀλίγοι ἀνίασι γνωρίσαντες τὸ κήρυγμα, καὶ ἄλλως δεδίασι τὴν Δίκην· οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχοντες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ Συλλογισμέ, κήρυττε —Μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει καθʼ ὅ τι σοι δοκεῖ.