Ancient Greek · ~5 min
Section 48
Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς 48
Not analysed yet
ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, ἀλλὰ γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον ἤδη ἐστίν· ἔψαυσεν· εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς. ἄνω ἐστί. φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε. Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δίʼ ἔπιεν. τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; οὐδαμῶς. τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ. θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. νὴ Δίʼ, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως.