Ancient Greek
Νόμοι Συμποτικοί
Lucian, Τὰ πρὸς Κρόνον Νόμοι Συμποτικοί
Not analysed yet
λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ, τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεττοὶ ἔστωσαν. κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος· ἀξίωμα ἢ γένος ἢ πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν. οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας· μηδʼ ἔστω πρόφασις τῷ πλουσίῳ ἢ στομάχου ἢ κεφαλῆς ὀδύνη, ὡς μόνον διʼ αὐτὴν πίνειν τοῦ κρείττονος. μοῖρα χρεῶν κατʼ ἴσον ἅπασιν· οἱ διάκονοι πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν μηδὲ παραπετέσθωσαν ἔστʼ ἂν αὐτοῖς δοκῇ, ὁπόσα χρὴ ἀποφέρειν. μηδὲ τῷ μὲν μεγάλα, τῷ δὲ κομιδῇ μικρά παρατιθέσθω, μηδὲ τῷ μὲν ὁ μηρός, τῷ ἡ γνάθος συός, ἀλλʼ ἰσότης ἐπὶ πᾶσιν.