Ancient Greek · ~3 min
Section 17
Lucian, Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ 17
Not analysed yet
μεταξὺ δὲ λέγοντος, Ἡράκλεις, ἔφη τις, ὡς μακρὸν τὸ ἐνύπνιον καὶ δικανικόν. εἶτʼ ἄλλος ὑπέκρουσε, χειμερινὸς ὄνειρος, ὅτε μήκισταί εἰσιν αἱ νύκτες, ἢ τάχα που τριέσπερος, ὥσπερ ὁ Ἡρακλῆς, καὶ αὐτός ἐστι. τί δʼ οὖν ἐπῆλθεν αὐτῷ ληρῆσαι ταῦτα πρὸς ἡμᾶς καὶ μνησθῆναι παιδικῆς νυκτὸς καὶ ὀνείρων παλαιῶν καὶ γεγηρακότων; ἕωλος γὰρ ἡ ψυχρολογία. μὴ ὀνείρων τινὰς ὑποκριτὰς ἡμᾶς ὑπείληφεν; οὔκ, ὦγαθέ· οὐδὲ γὰρ ὁ Ξενοφῶν ποτε διηγούμενος τὸ ἐνύπνιον, ὡς ἐδόκει αὐτῷ κεραυνὸς ἐμπεσὼν καίειν τὴν πατρῴαν οἰκίαν καὶ τὰ ἄλλα, —ἴστε γάρ —οὐχ ὑπόκρισιν τὴν ὄψιν οὐδʼ ὡς φλυαρεῖν ἐγνωκὼς αὐτὰ διεξῄει, καὶ ταῦτα ἐν πολέμῳ καὶ ἀπογνώσει πραγμάτων, περιεστώτων πολεμίων, ἀλλά τι καὶ χρήσιμον εἶχεν ἡ διήγησις.