Ancient Greek · ~3 min
Section 1
Lucian, Συμπόσιον ἢ Λαπίθαι 1
Not analysed yet
ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι ὑμῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος, καὶ ἄχρι τραυμάτων προχωρῆσαι τὸ πρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν. καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα; οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν. Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι. Διόνικος δὲ καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν. καὶ μάλα· οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων. ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ παρακολουθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ αἷμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία.