Ancient Greek · ~2 min
Section 3
Lucian, Συμπόσιον ἢ Λαπίθαι 3
Not analysed yet
νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν. ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι. μισῶ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος, μνάμονα συμπόταν. καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων. ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι.