Ancient Greek · ~1 min
Section 31
Lucian, Συμπόσιον ἢ Λαπίθαι 31
Not analysed yet
νὴ Δίʼ, εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος· ἠκηκόει γάρ, οἶμαι, ὗν τινα ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου. ἀλλὰ πρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς τάχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁ πρεσβύτης ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς. καίτοι οὐδὲν ἂν πάθοι δεινόν· ἀδιάφορα γὰρ ὁ Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτο.