Ancient Greek · ~3 min
Section 45
Lucian, Συμπόσιον ἢ Λαπίθαι 45
Not analysed yet
ἐτρώθη δὲ καὶ Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν, λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος. ἔκειτο γοῦν ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον αἷμʼ ἐμέων. πλὴν ταραχῆς γε καὶ δακρύων μεστὰ ἦν πάντα. καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ Χαιρέᾳ περιχυθεῖσαι, οἱ δὲ ἄλλοι κατέπαυον. μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας, ἐπεὶ ἅπαξ τὸ καθʼ αὑτὸν ἐτρέψατο, παίων τὸν προστυχόντα· καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον εἰ μὴ κατέαξε τὴν βακτηρίαν. ἐγὼ δὲ παρὰ τὸν τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα. Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους.