Ancient Greek · ~2 min
Section 1
Lucian, Τόξαρις ἢ Φιλία 1
Not analysed yet
τί φής, ὦ Τόξαρι; θύετε Ὀρέστῃ καὶ Πυλάδῃ ὑμεῖς οἱ Σκύθαι καὶ θεοὺς εἶναι πεπιστεύκατε αὐτούς; θύομεν, ὦ Μνήσιππε, θύομεν, οὐ μὴν θεούς γε οἰόμενοι εἶναι, ἀλλὰ ἄνδρας ἀγαθούς. νόμος δὲ ὑμῖν καὶ ἀνδράσιν ἀγαθοῖς ἀποθανοῦσι θύειν ὥσπερ θεοῖς; οὐ μόνον, ἀλλὰ καὶ ἑορταῖς καὶ πανηγύρεσιν τιμῶμεν αὐτούς. τί θηρώμενοι παρʼ αὐτῶν; οὐ γὰρ δὴ ἐπʼ εὐμενείᾳ θύετε αὐτοῖς, νεκροῖς γε οὖσιν. οὐ χεῖρον μὲν ἴσως, εἰ καὶ οἱ νεκροὶ ἡμῖν εὐμενεῖς εἶεν· οὐ μὴν ἀλλὰ πρὸς τοὺς ζῶντας ἄμεινον οἰόμεθα πράξειν μεμνημένοι τῶν ἀρίστων, καὶ τιμῶμεν ἀποθανόντας, ἡγούμεθα γὰρ οὕτως ἂν ἡμῖν πολλοὺς ὁμοίους αὐτοῖς ἐθελῆσαι γενέσθαι.