Ancient Greek
Section 24
Lucian, Τόξαρις ἢ Φιλία 24
Not analysed yet
εὖ λέγεις. τέταρτον δέ σοι διηγήσομαι Ζηνόθεμιν τὸν Χαρμόλεω Μασσαλίηθεν. ἐδείχθη δέ μοι ἐν Ἰταλίᾳ πρεσβεύοντι ὑπὲρ τῆς πατρίδος, καλὸς ἀνὴρ καὶ μέγας καὶ πλούσιος, ὡς ἐδόκει· παρεκάθητο δὲ αὐτῷ γυνὴ ἐπὶ ζεύγους ὁδοιποροῦντι τά τε ἄλλα εἰδεχθὴς καὶ ξηρὰ τὸ ἥμισυ τὸ δεξιὸν καὶ τὸν ὀφθαλμὸν ἐκκεκομμένη, παλλώβητόν τι καὶ ἀπρόσιτον μορμολυκεῖον. εἶτα ἐπεὶ ἐθαύμασα εἰ καλὸς οὗτος καὶ ὡραῖος ὢν ἀνέχεται παροχουμένην τοιαύτην αὐτῷ γυναῖκα, ὁ δείξας αὐτὸν διηγεῖτό μοι τὴν ἀνάγκην τοῦ γάμου ἀκριβῶς εἰδὼς ἕκαστα· Μασσαλιώτης δὲ καὶ αὐτὸς ἦν. Μενεκράτει γάρ, ἔφη, τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις, πλουτοῦντι καὶ τιμωμένῳ ὁμότιμος ὤν. χρόνῳ δὲ ὁ Μενεκράτης ἀφῃρέθη τὴν οὐσίαν ἐκ καταδίκης, ὅτεπερ καὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξακοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. οὕτω δὲ οἱ Μασσαλιῶται κολάζομεν, ἔφη, εἴ τις παράνομα γράψειεν. ἐλυπεῖτο οὖν ὁ Μενεκράτης καὶ ἐπὶ τῇ καταδίκῃ, ἐπεὶ ἐκ πλουσίου πένης καὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο· μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη, ἐπίγαμος ἤδη καὶ ὀκτωκαιδεκαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς ἣν πρὸ τῆς καταδίκης ἐκέκτητο ἠξίωσεν ἄν τις τῶν γε εὐγενῶν καὶ πενήτων ῥᾳδίως παραλαβεῖν, οὕτως κακοδαίμονα οὖσαν τὴν ὄψιν. ἐλέγετο δὲ καὶ καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.