Ancient Greek · ~4 min
Section 35
Lucian, Τόξαρις ἢ Φιλία 35
Not analysed yet
ἐγὼ μὲν οὖν τούτους ὀλίγους ἀπὸ πλειόνων, οὓς πρώτους ἡ μνήμη ὑπέβαλε, διηγησάμην σοι ἀγαθοὺς καὶ βεβαίους φίλους. καὶ τὸ λοιπὸν ἤδη καταβὰς ἀπὸ τοῦ λόγου σοὶ τὴν ῥήτραν παραδίδωμι· σὺ δὲ ὅπως μὴ χείρους ἐρεῖς τοὺς Σκύθας, ἀλλὰ πολλῷ τούτων ἀμείνους, αὐτῷ σοὶ μελήσει, εἴ τι καὶ τῆς δεξιᾶς πεφρόντικας, ὡς μὴ ἀποτμηθείης αὐτήν. ἀλλὰ χρὴ ἄνδρα ἀγαθὸν εἶναι· ἐπεὶ καὶ γελοῖα ἂν πάθοις Ὀρέστην μὲν καὶ Πυλάδην πάνυ σοφιστικῶς ἐπαινέσας, ὑπὲρ δὲ τῆς Σκυθίας φαῦλος ῥήτωρ φαινόμενος. εὖ γε, ὦ Μνήσιππε, ὅτι καὶ παροτρύνεις με πρὸς τὸν λόγον, ὥσπερ οὐ πάνυ σοι μέλον εἰ ἀποτμηθείης τὴν γλῶτταν κρατηθεὶς ἐν τοῖς λόγοις. πλὴν ἄρξομαί γε ἤδη, μηδὲν ὥσπερ σὺ καλλιλογησάμενος· οὐ γὰρ Σκυθικὸν τοῦτο, καὶ μάλιστα ἐπειδὰν τὰ ἔργα ὑπερφθέγγηται τοὺς λόγους. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτο παρʼ ἡμῶν οἷα σὺ διεξελήλυθας, ἐπαινῶν εἴ τις ἄπροικον ἔγημεν αἰσχρὰν γυναῖκα ἢ εἴ τις ἀργύριον ἐπέδωκε γαμουμένῃ φίλου ἀνδρὸς θυγατρὶ δύο τάλαντα, ἢ καὶ νὴ Δίʼ εἴ τις παρέσχεν ἑαυτὸν δεδησόμενον ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι· πάνυ γὰρ εὐτελῆ ταῦτα καὶ μεγαλουργὸν ἐν αὐτοῖς ἢ ἀνδρεῖον ἔνι οὐδέν.