Ancient Greek
Section 55
Lucian, Τόξαρις ἢ Φιλία 55
Not analysed yet
ἐν τούτοις δὲ καὶ ὁ Λογχάτης καὶ ὁ Μακέντης ἔτυχον ὄντες καὶ ἐτέτρωντο ἤδη προκινδυνεύοντες, ὁ μὲν στυρακίῳ εἰς τὸν μηρόν, ὁ Λογχάτης, ὁ Μακέντης δὲ πελέκει εἰς τὴν κεφαλὴν καὶ κοντῷ εἰς τὸν ὦμον. ὅπερ αἰσθόμενος ὁ Ἀρσακόμας, ἐν ἡμῖν τοῖς ἄλλοις ὤν, δεινὸν ἡγησάμενος εἰ ἄπεισι καταλιπὼν τοὺς φίλους, προσβαλὼν τοὺς μύωπας τῷ ἵππῳ ἐμβοήσας ἤλαυνε διὰ τῶν πολεμίων κοπίδα διηρμένος, ὥστε τοὺς Μάχλυας μηδὲ ὑποστῆναι τὸ ῥόθιον τοῦ θυμοῦ, ἀλλὰ διαιρεθέντες ἔδωκαν αὐτῷ διεξελθεῖν. Ὁ δὲ ἀνακτησάμενος τοὺς φίλους καὶ τοὺς ἄλλους ἅπαντας παρακαλέσας ὥρμησεν ἐπὶ τὸν Ἀδύρμαχον καὶ πατάξας τῇ κοπίδι παρὰ τὸν αὐχένα μέχρι τῆς ζώνης διέτεμεν. πεσόντος δὲ ἐκείνου διελύθη τὸ Μαχλυϊκὸν ἅπαν, καὶ τὸ Ἀλανικὸν οὐ μετὰ πολύ, καὶ οἱ Ἕλληνες ἐπὶ τούτοις· ὥστε ἐκρατοῦμεν ἐξ ὑπαρχῆς ἡμεῖς καὶ ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νὺξ τὸ ἔργον ἀφείλετο. εἰς δὲ τὴν ἐπιοῦσαν ἱκέται παρὰ τῶν πολεμίων ἥκοντες ἐδέοντο φιλίαν ποιεῖσθαι, Βοσπορανοὶ μὲν ὑποτελέσειν διπλάσιον τὸν δασμὸν ὑπισχνούμενοι, Μάχλυες δὲ ὁμήρους δώσειν ἔφασαν, οἱ Ἀλανοὶ δὲ ἀντὶ τῆς ἐφόδου ἐκείνης Σινδιανοὺς ἡμῖν χειρώσασθαι ὑπέστησαν ἐκ πολλοῦ διεστῶτας. ἐπὶ τούτοις ἐπείσθημεν, δόξαν πολὺ πρότερον Ἀρσακόμᾳ καὶ Λογχάτῃ, καὶ ἐγένετο εἰρήνη ἐκείνων πρυτανευόντων ἕκαστα. τοιαῦτα, ὦ Μνήσιππε, τολμῶσιν ποιεῖν Σκύθαι ὑπὲρ τῶν φίλων.