Ancient Greek · ~3 min
Section 58
Lucian, Τόξαρις ἢ Φιλία 58
Not analysed yet
ἐσκοπούμεθα δὲ περὶ τῶν παρόντων ὅ τι πράξομεν, ἄποροι παντάπασιν ἐν τῇ ἀλλοδαπῇ γενόμενοι. κἀμοὶ μὲν ἐδόκει ὡς εἶχον αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου πρὶν ἀγεννές τι ὑποστῆναι λιμῷ ἢ δίψει πιεσθέντα, ὁ δὲ Σισίννης παρεμυθεῖτο καὶ ἱκέτευεν μηδὲν τοιοῦτο ποιεῖν· αὐτὸς γὰρ ἐπινοήσειν ὅθεν ἕξομεν ἱκανῶς τὰς τροφάς. καὶ τότε μὲν ξύλα ἐκ τοῦ λιμένος παρεκόμισεν καὶ ἧκεν ἡμῖν ἀπὸ τοῦ μισθοῦ ἐπισιτισάμενος· ἕωθεν δὲ περιιὼν κατὰ τὴν ἀγορὰν εἶδε προπομπήν τινα, ὡς ἔφη, γενναίων καὶ καλῶν νεανίσκων. μονομαχεῖν δὲ οὗτοι ἐπὶ μισθῷ ἀνδρολογηθέντες εἰς τρίτην ἡμέραν διαγωνιεῖσθαι ἔμελλον. καὶ δὴ τὸ πᾶν ὡς εἶχεν ἀμφʼ αὐτοὺς πυθόμενος, ἐλθὼν ὡς ἐμέ, μηκέτι, ὦ Τόξαρι, ἔφη, σαυτὸν πένητα λέγε, εἰς γὰρ τρίτην ἡμέραν πλούσιόν σε ἀποφανῶ.