Ancient Greek · ~3 min
Section 19
Lucian, Τυραννοκτόνος 19
Not analysed yet
ποῦ μοι τὸ ξίφος; μή τις ἄλλος τοῦτο γνωρίζει; μή τινος ἄλλου ὅπλον τοῦτο ἦν; τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε; πρὸ τοῦ τυράννου τίς ἐχρήσατο; τίς αὐτὸ ἐπʼ ἐκεῖνον ἀπέστειλεν; ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς. εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρʼ ὑμῶν, εἰ γὰρ ἔλεγον, ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτο ἐμὸν ὑπηρέτησε καὶ πρὸς τὸ τέλος τῆς ἐλευθερίας συνήργησε πάντῃ, τοῦτο τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε, δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε; οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε; οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε; οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε;