Ancient Greek · ~3 min
Section 14
Lucian, Δὶς κατηγορούμενος 14
Not analysed yet
βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος; τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ εἰς ὕστερον δεδικάσονται. καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον. ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δʼ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς. ῥητορικὴ κακώσεως τῷ Σύρῳ· διάλογος τῷ αὐτῷ ὕβρεως. τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα. οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος. ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν. εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.