Ancient Greek
Section 26
Lucian, Δὶς κατηγορούμενος 26
Not analysed yet
πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δὲ ὡς προῄρημαι καὶ βεβούλημαι τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι. οὐχὶ δὲ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὅταν τε εἰς ἃ πέπονθα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτάτους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα ὄψεσθε ὥστε ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ σκέψασθαι δέον. ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.