Ancient Greek · ~4 min
Section 4
Lucian, Δὶς κατηγορούμενος 4
Not analysed yet
καὐτός, ὦ Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάνυ ἀγανακτοῦσιν, ὦ πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον· οὓς ἔδει πάλαι τὰ καθʼ αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμένοις. τί οὖν, ὦ Ἑρμῆ, δοκεῖ; προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, ἢ θέλεις εἰς νέωτα παραγγελοῦμεν; οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν. οὕτω ποίει· σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε. πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων· εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπʼ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο. σὺ δέ, ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.