Ancient Greek · ~2 min
Section 17
Lucian, Βίων Πρᾶσις 17
Not analysed yet
Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον; οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς. ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων. ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου. τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους; νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν. τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ; καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.