Ancient Greek · ~7 min
Section 27
Lucian, Βίων Πρᾶσις 27
Not analysed yet
εἶεν. τίς λοιπὸς ἡμῖν; καταλείπεται ὁ Σκεπτικὸς οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται; ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι; οὐδέν. πῶς τοῦτο ἔφησθα; ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ. οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες; οὐδὲ τοῦτο οἶδα. οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις; πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ. ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται; ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον. τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς; τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν. τί δὲ τοῦτό σοι ἀδύνατον; ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω. εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως; ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν. οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις; καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων. ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι; μνᾶς Ἀττικῆς· λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε; ἄδηλον. μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον. ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι. καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην. τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής; ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες. πάρεισι γὰρ ἡμῖν τινες; ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον. ἔπεχε περὶ τούτου. μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην. σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.