Ancient Greek · ~4 min
Section 6
Lucian, Βίων Πρᾶσις 6
Not analysed yet
ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ; ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων. τίνος ἕνεκα; ἢ μυσάττῃ τοὺς κυάμους; οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις· πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις. τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι. καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς. ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι. ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι. θεός, οὐ βροτός τις εἶναι φαίνεται· ὥστε ὠνήσομαι πάντως αὐτόν. πόσου τοῦτον ἀποκηρύττεις; δέκα μνῶν. ἔχω τοσούτου λαβών. γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν. Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν. Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.