Ancient Greek · ~2 min
Section 8
Lucian, Βίων Πρᾶσις 8
Not analysed yet
τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ; παντοδαπός. πῶς λέγεις; τοῦ κόσμου πολίτην ὁρᾷς. ζηλοῖς δὲ δὴ τίνα; τὸν Ἡρακλέα. τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ. τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος. εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις; ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.