Ancient Greek · ~1 min
Section 13
Lucian, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ 13
Not analysed yet
τό τε ἀξιόπιστον τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν ἐπινοοῦσιν, ἀλλʼ ἐν τούτῳ τὸ πᾶν αὐτοῖς ἐστιν ἔργον δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον. ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν.