Ancient Greek · ~2 min
Section 18
Lucian, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ 18
Not analysed yet
τότε καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ταξιαρχῶν παρʼ Ἀλεξάνδρῳ καὶ τιμώμενος παρʼ αὐτοῦ μικροῦ δεῖν συγκαθείρχθη λέοντι διαβληθεὶς ὅτι δακρύσειε παριὼν τὸν Ἡφαιστίωνος τάφον. ἀλλʼ ἐκείνῳ μὲν βοηθῆσαι λέγεται Περδίκκας ἐπομοσάμενος κατὰ πάντων θεῶν καὶ κατὰ Ἡφαιστίωνος, ὅτι δὴ κυνηγετοῦντί οἱ φανέντα ἐναργῆ τὸν θεὸν ἐπισκῆψαι εἰπεῖν Ἀλεξάνδρῳ φείσασθαι Ἀγαθοκλέους· οὐ γὰρ ὡς ἀπιστοῦντα οὐδὲ ὡς ἐπὶ νεκρῷ δακρῦσαι, ἀλλὰ τῆς πάλαι συνηθείας μνημονεύσαντα.