Ancient Greek · ~2 min
Section 26
Lucian, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν Διαβολῇ 26
Not analysed yet
τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ Ἄντεια τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα. καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.