Ancient Greek
Section 20
Lucian, Κατάπλους ἢ Τύραννος 20
Not analysed yet
οἴμοι τῶν κτημάτων. —οἴμοι τῶν ἀγρῶν. —ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. —ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. —αἰαῖ τῶν νεογνῶν μοι παιδίων. —τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν. ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον; ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.