Ancient Greek · ~4 min
Section 27
Lucian, Κατάπλους ἢ Τύραννος 27
Not analysed yet
τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ; τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο. οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. τίνας τούτους λέγεις; Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην· μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ. ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων. εὖ γε ἐποίησαν ὑπακούσαντες. εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ· προτέρα δὲ σὺ ἡ Κλίνη λέγε. πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο. σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν· πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων· ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.