Ancient Greek · ~3 min
Section 13
Lucian, Ἀποκηρυττόμενος 13
Not analysed yet
σκέψασθε δὲ ἤδη ὅντινα ὄντα καὶ ἀποκηρύξει· καὶ οὐ δή που τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν· οὐδὲν γὰρ ἂν πρὸς τοῦτο ἡ τέχνη συναγωνίσαιτο· οὐδʼ ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα· μικρὸν γὰρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλʼ οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον. οὗ τί γένοιτʼ ἂν ἀχαριστότερον, σωθέντα διʼ ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, τῆς θεραπείας ἐκείνης οὐδένα λόγον ἔχοντα, ἀλλʼ οὕτω ῥᾳδίως ἐπιλελῆσθαι καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντʼ ἂν δικαίως ἐφʼ οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ’ οὐ μνησικακήσαντα, ἀλλὰ καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα;