Ancient Greek · ~3 min
Section 15
Lucian, Ἀποκηρυττόμενος 15
Not analysed yet
ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τὸν εὐεργέτην τούτῳ κολάζειν ἐπιτρέψετε καὶ τὸν σώσαντα ἐξελαύνειν καὶ τὸν σωφρονίσαντα μισεῖν καὶ τὸν ἀναστήσαντα τιμωρεῖσθαι; οὔκ, ἤν γε τὰ δίκαια ποιῆτε. καὶ γὰρ εἰ τὰ μέγιστα νῦν ἁμαρτάνων ἐτύγχανον, ἦν μοί τις οὐ μικρὰ προοφειλομένη χάρις, ἐς ἣν ἀποβλέποντα τοῦτον καὶ ἧς μεμνημένον καλῶς εἶχε τῶν μὲν παρόντων καταφρονεῖν, διʼ ἐκεῖνα δὲ πρόχειρον τὴν συγγνώμην ἔχειν, καὶ μάλιστα εἰ τηλικαύτη τις ἡ εὐεργεσία τυγχάνοι ὡς πάντα ὑπερπαίειν τὰ μετὰ ταῦτα. ὅπερ οἶμαι κἀμοὶ πρὸς τοῦτον ὑπάρχειν, ὃν ἔσωσα, καὶ ὃς τοῦ βίου παντὸς χρεώστης ἐστί μοι, καὶ ᾧ τὸ εἶναι καὶ τὸ σωφρονεῖν καὶ τὸ συνιέναι παρέσχημαι, καὶ μάλιστα ὅτε οἱ ἄλλοι πάντες ἤδη ἀπεγνώκεσαν καὶ ἥττους εἶναι ὡμολόγουν τῆς νόσου.