Ancient Greek · ~3 min
Section 2
Lucian, Ἀποκηρυττόμενος 2
Not analysed yet
ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲ κελευσθῆναι περιμένω· πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδʼ ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι· λογίζομαι γὰρ οἷα πάθοιμʼ ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών, ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ (χρηστὴ γὰρ ἦν) καὶ ἐπὶ τῷ πατρὶ διʼ ἐκείνην ἀνιωμένῳ, τὸ δὲ μέγιστον, ἐπʼ ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ διʼ ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης. πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.