Ancient Greek · ~2 min
Section 21
Lucian, Ἀποκηρυττόμενος 21
Not analysed yet
τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία; τίς πορνοβοσκὸς ὕβρισται; τίς ᾐτιάσατο; οὐδὲ εἷς. καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά. τί οὖν; ἐμοὶ τοῦτʼ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς;