Ancient Greek · ~3 min
Section 31
Lucian, Ἀποκηρυττόμενος 31
Not analysed yet
τοιαῦτά σοι, ὦ πάτερ, καὶ ἡ γυνὴ πέπονθεν καὶ ἴσως τι λελύπηκεν αὐτὴν ἔναγχος· οὐδὲν γὰρ ἐκείνη ἐμίσει. πλὴν ἔχεταί γε καὶ οὐκ ἂν ἐκ τῶν παρόντων ὑπʼ ἰατροῦ θεραπευθῆναι δύναιτο· ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ. καὶ μὴν κἀκεῖνο, ὦ πάτερ, οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν, ὅτι εἰ καὶ μὴ τελέως οὕτως ἀπέγνωστο, ἀλλά τις ἔτι σωτηρίας ἐλπὶς ὑπεφαίνετο, οὐκ ἂν οὐδὲ οὕτω ῥᾳδίως προσηψάμην οὐδʼ αὖ προχείρως φάρμακον ἐγχέαι ἐτόλμησα, δεδιὼς τὴν τύχην καὶ τὴν παρὰ τῶν πολλῶν δυσφημίαν. ὁρᾷς ὡς οἴονται πάντες εἶναί τι μῖσος πρὸς τοὺς προγόνους πάσαις μητρυιαῖς, κἂν ὦσι χρησταί, καί τινα κοινὴν μανίαν ταύτην γυναικείαν αὐτὰς μεμηνέναι. τάχʼ ἂν οὖν τις ὑπώπτευσεν, ἄλλως χωρήσαντος τοῦ κακοῦ καὶ τῶν φαρμάκων οὐ δυνηθέντων, κακοήθη καὶ δολερὰν τὴν θεραπείαν γεγονέναι.