Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_LUCILLUS_TARRHAEUS
LUCILLUS TARRHAEUS, Fragmenta 1
Not analysed yet
Θεσσαλονίκη, πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασσάνδρου κτίσμα **ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιλλος (Λούκιος cod. Rhed.) δὲ ὁ Ταρραῖος Περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν, ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ, Ἰάσονος γὰρ ἦν ἀδελφιδή, ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν· ἀναλαβὼν οῦν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν, καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο.»