Ancient Greek
28.1
Lucius Annaeus Cornutus, cornutus_lang 28.1
Unproofread scanNot analysed yet
μητέρα αὐτῶν ἐμύθευσαν εἶναι, πατέρα δὲ τὸν Κρόνον ἤτοι διὰ τὸ ἐν τεταγμένοις χρόνον μέτροις γενέσθαι ταῦτα ἢ διὰ τὸ κατὰ σύγκρισιν καὶ βρασμὸν τῆς ὕλης τὴν εἰς τὰ στοιχεῖα διάκρισιν ἀποτελεῖσθαι ἢ, ὅπερ πιθανότατον, διὰ τὸ τῆνικαῦτα ὑφίστασθαι τὸν αἰθέρα καὶ τὸν ἄερα, ἣνιχ’ ἂν ἐκ πυρὸς κινῆται ἢ φύσις ἐπὶ τὸ κραίνειν καὶ ἀποτελεῖν τὰ ὄντα. c. 4. Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ τὸν Ποσειδῶνα ἔφασαν οἱ ἄρχαιοι Κρόνον καὶ Ῥέας υἱὸν εἶναι· καὶ γὰρ τὸ ὕδωρ ἐκ τῆς εἰρημένης μεταβολῆς γίνεται. Ποσειδῶν δέ ἐστιν ἡ ἀπεργαστικὴ τοῦ ἐν τῇ γῇ καὶ περὶ τὴν γῆν ὑγροῦ δυνάμεως, εἴτουν ἀπὸ τῆς πόσεως οὕτω κληθεῖσα καὶ τοῦ διδόναι ταύτην, εἴτε λόγος καθ’ ὃν ἴδει ἢ φύσις [φυσιιδίων] ἐστίν, εἴθ’ οἷονεὶ πεδοσείων ὀνόμασται κατὰ τὴν παραδειχθησομένην αὐτοῦ ἰδιότητα. c. 5. Ἀδελφὸς δὲ αὐτῶν καὶ ὁ Ἄιδης εἶναι λέγεται. οὗτος δέ ἐστιν ὁ παχυμερέστατος καὶ προσγειότατος ἀήρ· ὁμοῦ γὰρ αὐτοῖς γίνεται καὶ αὐτὸς ἀρ-